<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="6"><p>τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου· καὶ ἡ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀληθὲς</foreign> Blass: <foreign xml:lang="grc">ἀληθὲς</foreign> codd.</note> εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν ἢ θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="7"><p rend="align(indent)">ναί· κατέψευσται γὰρ ἡ βουλὴ Δημοσθένους· τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθʼ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν, ὡς ἔοικεν, ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δʼ ἡ πόλις ἅπασα οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων ἡ βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="8"><p>ὦ Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ <add>κατὰ</add><note resp="editor" xml:lang="lat">Aut <foreign xml:lang="grc">κατὰ</foreign> addendum (cf. sect. 7) aut <foreign xml:lang="grc">σὲ</foreign> pro <foreign xml:lang="grc">σοῦ</foreign> legendum (cf. sect. 61) coni. Wolf.</note> σοῦ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ἢ ποῖ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποῖ</foreign> Reiske: <foreign xml:lang="grc">ποῦ</foreign> codd.</note> νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="9"><p>τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, ὁ δημοτικὸς εἶναι φάσκων, ᾧ τὴν τῶν σωμάτων φυλακὴν ὁ δῆμος παρακαταθήκην ἔδωκεν, ᾧ τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, ὃ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὃ</foreign> Ν:  <foreign xml:lang="grc">ᾧ</foreign> Α.</note> διαπεφύλαχε<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαπεφύλαχε</foreign> Wolf: <foreign xml:lang="grc">διαπεφύλακε</foreign> codd.</note> τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, ὃ φυλάττει τὰς ἀπορρήτους διαθήκας,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαθήκας] ἀποθήκας</foreign> Ν:  <foreign xml:lang="grc">θήκας</foreign> Wolf.</note> ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="10"><p rend="align(indent)">δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ ἃ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν ὁ δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος· </p></div></div></body></text></TEI>