<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="56"><p>διόπερ τὸν παρʼ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντʼ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασʼ ἐξέβαλε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="57"><p>τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ὦ ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτοῖς</foreign> Blass: <foreign xml:lang="grc">ἑαυτῆς</foreign> codd.: <foreign xml:lang="grc">ἑαυτῇ</foreign> Reiske.</note> ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="58"><p>πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν ἡ βουλὴ συνιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθʼ ὑμεῖς, ὁμολογοῦντος τοῦ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> om. A.</note> Πολυεύκτου βαδίζειν εἰς Μέγαρʼ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθʼ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθʼ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="59"><p>αὕτη, Δημόσθενες, τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεῖναι</foreign> Blass: <foreign xml:lang="grc"> ἀφιέναι</foreign> codd.</note> τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φημι] ἢ μὴ</foreign> Reiske.</note> τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνομένων</foreign> Blass: <foreign xml:lang="grc">γινομένων</foreign> Ν:  <foreign xml:lang="grc">γενομένων</foreign> Α.</note> ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="60"><p>δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁμαρτημάτων</foreign> Sauppe: <foreign xml:lang="grc">ἡμαρτηκότων</foreign> codd.</note> ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀφλεῖν</foreign> Meier: <foreign xml:lang="grc">ὀφείλειν</foreign> codd</note> κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ φάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λυσιτελήσῃ</foreign> Blass: <foreign xml:lang="grc">λυσιτελὴς ᾖ</foreign> N A pr.: <foreign xml:lang="grc">λυσιτελὲς ᾖ</foreign> A corr.</note> τοῖς τοῦτο τολμῶσι ποιεῖν. </p></div></div></body></text></TEI>