<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="51"><p>δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="52"><p>καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕνʼ</foreign> Blass: <foreign xml:lang="grc">ὃν</foreign> A pr. (del. ras.) N: <foreign xml:lang="grc">ὄντʼ</foreign> Franke.</note> εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πυθοκλεῖ</foreign> Ν:  <foreign xml:lang="grc">Τιμοκλεῖ</foreign> Α.</note> κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="53"><p rend="align(center)"><label>Μαρτυρία</label></p><p rend="align(indent)">εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀμοῦ</foreign> Α corr. (2): <foreign xml:lang="grc">κατ’ ἐμοῦ</foreign> A pr. N.</note> καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign> Gebauer: <foreign xml:lang="grc">καὶ</foreign> codd.</note> διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γενόμεναι</foreign> Blass: <foreign xml:lang="grc">γινόμεναι</foreign> codd.</note> κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπίδας ἔχουσί τινες, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="54"><p>ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="55"><p>ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> Bekker: <foreign xml:lang="grc">αὐτοῖς</foreign> codd.</note> ἀδικήματʼ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις <add>ἀποφαίνει</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποφαίνει</foreign> add. Wolf.</note> καὶ τὸν ὁποιονοῦν ἠδικηκότα <add>παρὰ</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρὰ</foreign> add. Blass.</note> τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι. </p></div></div></body></text></TEI>