οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς καὶ ἐν οἷς A corr. (2): ἐν οἷς A pr. N, Thalheim, qui post πρᾶξαι interpunxit et δὲ post τοσοῦτον addidit. τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν. ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος οὗτος Α: οὕτως Ν. κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦτα ὥστʼ ἐναντία ὥστ’ ἐναντία Baiter: ὡς τἀναντία codd. γενέσθαι γενέσθαι Blass: γίνεσθαι Α: γίγνεσθαι Ν. τοῖς προσδοκωμένοις. ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· καὶ καὶ add. Reiske. οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ ἢ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως Post πόλεως lacunam indicavit Maetzner, post ἐγένετο Sauppe. ; συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος ἐπ’ Ἄγιδος Wesseling: ἐπ’ Αἰγὸς codd.: ἔναγχος Cobet. ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ ὡς οἱ] ὡς ἦσαν οἱ Reiske. λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων. τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων τούτων Bekker: του τῶν Α: τῶ . . . τῶν, ut vid., N pr. ( τῶ eras.). [κινδύνων]; κινδύνων del. Bekker. συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν,