οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει, φήσει Wolf: φησί codd. παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε. μόνως γὰρ οὕτως, ἄνδρες ἄνδρες (hic et passim in orat. I) N: ὦ ἄνδρες (hic et in 29, 80, 83, 108) *a. Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων τῶν ἀδικημάτων Ν: τῆς πονηρίας Α. ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς. Ψήφισμα Μαρτυρίαι Ἐπιστολαί μισθωτὸς οὗτος, ὦ Ἀθηναῖοι, μισθωτὸς οὗτός οὗτός] del. Blass. ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο συναπελογεῖτο Wurm: συνανελογεῖτο codd.: συνανεκοινολογεῖτο Ald. τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων. μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπʼ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς ὑμᾶς Sauppe: ἡμᾶς codd. ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δʼ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες. εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ἢ ὑμῶν ἢ τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἢ ἴδια ἢ κοινὰ οὐκ ἀνατέτροφεν; ἀνατέτροφεν Blass: ἀνατέτραφεν codd. οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετʼ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν;