οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις. ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε χρῆσθε] χρήσεσθε Rosenberg: κέχρησθε Blass. τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι μυλῶνι Sauppe: μύλωνι codd. · Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος. διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, ὁ μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς ἧς Wolf: οἷς codd. ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν. κἀκεῖνοι μέν , μέν add. Bekker. ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ ἐπὶ Bekker: ἔτι N pr. A: διά τε N corr. (2) τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων ἰσχυόντων Wolf: ἰσχόντων codd. καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ] μὴ del. Sauppe: ret. Blass, qui ὁρᾶν pro περιορᾶν scripsit. περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς] τῆς del. Sauppe: τις (deleto τις post ἐάν ) Vogel, Blass. Ἀθηναίων Ἀθηναίων] Θηβαίων Reiske. ἔχων πορεύηται·