εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς προσελήλυθε πρὸς Ν: προσελήλυθεν εἰς Α. τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον πλουσιώτατον Ν: πλουσιώτερον Α. ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δʼ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ τὸ Α: τῷ Ν. Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον. καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται γεγένηται Maetzner: γίνεται codd. συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν. νομίσαντες οὖν, ὦ Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς φανερὸς Α: φανερῶς Ν. ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ ἀλλὰ add. Reiske. τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν κἂν N corr. A corr.: κα. N pr.: καὶ A pr.: κᾆθʼ Blass. ὕστερον ἐγκαλῆτε ἐγκαλῆτε N corr. A corr.: ἐγκαλ. τε N pr.: ἐγκαλεῖτε A pr. Blass. τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν. ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις. κατὰ δημοσθένους subicit N.