<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="11"><p>ἤ, εἰ ταῦθʼ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθʼ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι, πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας· ὅπου γʼ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γε</foreign> Ald.: <foreign xml:lang="grc">γὰρ</foreign> codd.</note> οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="12"><p>οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἷσπερ ἴσως</foreign> N corr. (2): <foreign xml:lang="grc">οἷς περισσῶς</foreign> N pr. A.</note> καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς <quote>ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους.</quote> οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, ὦ Δημόσθενες. <quote>ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν.</quote> οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. <quote>ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας.</quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="13"><p>ἐφʼ αἷς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἷς</foreign> Reiske: <foreign xml:lang="grc">οἷς</foreign> codd.</note> οὐκ οἶδʼ ὅ τι ποτʼ ἂν ἐποίησεν ἢ τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῷ</foreign> Ν:  <foreign xml:lang="grc">αὑτῷ</foreign> Α.</note> ἃ συνεβούλευσεν, ὃς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὃς</foreign> Taylor: <foreign xml:lang="grc">ὁ</foreign> codd.</note> ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην ὅμως ἀξιοῖ δωρεὰς αὑτῷ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῷ</foreign> Bekker: <foreign xml:lang="grc">αὐτῷ</foreign> codd.</note> δεδόσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ δήμου ἃ ἂν βούληται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="14"><p>καὶ Τιμοθέῳ<note resp="editor" xml:lang="lat">Cf. <bibl n="Din. 3.17" xml:lang="eng">Din. 3.17</bibl>.</note> μέν, ὦ Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαβόντι</foreign> ex orat. 3 Sauppe: <foreign xml:lang="grc">λαβόντος</foreign> codd.</note> καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθʼ ὑπόλογον, οὐδὲ τῆς τότʼ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀντικατηλλάξασθε</foreign> Ald.: <foreign xml:lang="grc">ἀντικαταλλάξασθαι</foreign> codd.</note> τὰς τοιαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματʼ αὐτὸν <add>Ἀριστοφῶν</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν Ἀριστοφῶν</foreign> ex orat. 3 Gruter: <foreign xml:lang="grc">αὐτὸς</foreign> codd.</note> ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="15"><p>τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην — ἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος. </p></div></div></body></text></TEI>