<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="106"><p>πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ]<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> del. Sauppe.</note> παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="107"><p>ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ</foreign> Α:  <foreign xml:lang="grc">ἐν τῇ</foreign> Ν.</note> πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="108"><p rend="align(indent)">οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαμβάνειν</foreign> Wolf: <foreign xml:lang="grc">λαμβάνοντα</foreign> codd.: <foreign xml:lang="grc">λαυβάνειν τὰ</foreign> Ald.</note> καθʼ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν διʼ ὑμᾶς ἕτερα κεκτημένον, οὐδʼ ἀπολογεῖσθαι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολογεῖσθαι</foreign> A pr.: <foreign xml:lang="grc">ἀπολεῖσθαι</foreign> A corr. ras. N.</note> νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθʼ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλʼ ἡ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτʼ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε.<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τέτροφε</foreign> Blass: <foreign xml:lang="grc">τέτραφε</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="109"><p>μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐλεήσαιτε</foreign> Dobree: <foreign xml:lang="grc">ἐλεήσετε</foreign> codd.</note> τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ καλοὺς]</foreign> del. Baiter.</note> κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="110"><p>εἰς ταύτην ἀποβλέψαντας, ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Α:  <foreign xml:lang="grc">ἡμᾶς</foreign> Ν.</note> οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπάρχουσαν αὐτῇ</foreign> Ν:  <foreign xml:lang="grc">αὐτῇ ὑπάρχουσαν</foreign> Α.</note> αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης. </p></div></div></body></text></TEI>