γέγραψαι ψήφισμα, Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδʼ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ τὰ . . . ψηφίσματα Reiske: τὸ . . . ψήφισμα codd. τοῦ δήμου ψηφίσματα See preceding note καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε, οὐδεπώποτε Α: οὐδέποτε Ν. ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν ἐν πρυτανείῳ Α (cf. 43): ἐν τῷ πρυτανείῳ Ν. πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις. ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἢ ἐνταῦθα φήσετʼ εἶναι δεινοί, εἰ παρακρούεσθε παρακρούεσθε Blass: παρακρούσησθε Ν: παρακρούσετε Α: παρακρούετε Dobree. τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας. ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων ἐναντίον τῶν Ἑλλήνων Maetzner: ἐναντίων τῶν Ἑλλήνων Ν: τῶν Ἑλλήνων ἐναντίον Α. διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ] ἐν Ὀλυμπία del. Kleyn. περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους ἐπιλησομένους Stephanus: ἐπιμελησομένους codd. τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθʼ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις τετόλμηκε τούτοις Ν: τετόλμηκεν αὐτοῖς Α. δεῖξαι δεῖξαι Α: ἐνδεῖξαι Ν. τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε — καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώς — σὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη; ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald. τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι Post ἀποφάσεσι punctum habet Blass. Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν οὐδὲν add. Reiske. οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.