ὁ μὲν δημαγωγὸς ὑμῖν, ὦ Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρʼ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρʼ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δʼ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματʼ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων, ὑπόλοιπον ἡμῖν, ὦ Ἀθηναῖοι, καὶ ταῦτʼ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν — οὐ γὰρ ἵνʼ ἐνοχλῶμεν ὑμᾶς, ἀλλʼ ἵνʼ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, ὀργίζεσθαι μᾶλλον παροξύνωμεν Thalheim: ὀργίζησθε μᾶλλον παροξύνομεν A pr. (παροξυνόμενοι A corr. (2)): μᾶλλον ὀργίζησθε παροξύνωμεν N pr. (ὀργίζησθαι (sic N corr. (2)): παροξύν. del. Finke: ὀργίζ. del. Blass. Alii alia. δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —, ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων. ὁρᾶτε γάρ, ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθʼ ἀναδέξεσθε Stephanus: ἀναδέχεσθε codd. εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵνʼ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλʼ ἵνʼ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτʼ ἐφʼ ὑμῖν ἐστι. ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρʼ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις ἐν ἐν add. Blass: ψηφίσματι A pr.: ψήφισμά τι A corr.: ψη . . . N pr.: ψήφισμα N corr. (2): del. Thalheim. ψηφίσματι γράψαντος, ὦ Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρʼ Ἁρπάλου χρυσίον, ζητεῖ ἡ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ περὶ] προτέραν Rosenberg: πατρίαν Blass. αὑτῆς αὑτῆς Bekker: αὐτῆς codd. ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλʼ, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα μὲν μὲν add. Reiske. ἡ βουλή, ὦ ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς αὑτῆς Bekker: αὐτῆς codd. ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς αὐτῆς] αὐτοῖς, cum BL, Bekker: αὐτῇ Baiter: τις Blass, qui τις post εἰ seclusit. αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι.