αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι διωμοσίαι Α: δημοσίαι Ν. καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ αὐτὰ τὰ Ald. ex Her. 88: αὐτὰ ταῦτα πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γὰρ om. Ν. γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς verba αἰτιάσασθαι ... μὴ ὀρθῶς add. Ald. ex Her. 89. γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν] νῦν seclusit Reiske, coll. Her. 89. τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκών ἂν ἀνενεγκών Reiske: ἂν ἐνεγκών codd. cf. Her. 89. τις τὴν αἰτίαν ἀπολύσαιτο. ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις· καὶ οὐκ ἐλέγξαντες, εἴ τι ἔι τι Bekker: εἴ γʼ codd. ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες, διαβαλόντες Baiter: διαβάλλοντες codd. καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς ταύτης. ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι, ἀποκρίνεσθαι Reiske: κρίνεσθαι codd. καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα· ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι. ἡγοῦμαι γὰρ ἐμοὶ ἐμοὶ Rosenthal: μοι Ν, om. A pr. τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην· ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες· ἵνα μὲν ἐξῆν ἐξῆν Ald.: ἐξῆ codd. αὐτοῖς, εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι τιμωρήσασθαι Ald.: τιμωρήσεσθαι codd. καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι ἐξελέγξαι Ν· ἐλέγξαι Α. ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶ ἐπʼ ἐμοὶ Blass, coll. 36, 48: ἐπʼ ἐμὲ codd. λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν. καὶ τῇ μὲν πόλει, εἴπερ εἴπερ Blass: εἰ μὲν codd. ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗ οὗ Thalheim: ὧ Α, ᾧ Ν. τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳ τούτου ἰδίᾳ Bekker: τουτουὶ δὴ A corr. N: τούτου εἰ δεῖ A pr. ἀξιοῦσι δίκην λαμβάνειν. καίτοι αὗται αἱ κατηγορίαι οὔτε χάριτος ἄξιαι οὔτε πίστεως. οὔτε γὰρ δὴ οὗ ἡ πόλις ἐλάμβανεν ἂν δίκην εἴ τι ἠδίκητο, ἐνταῦθα τὴν κατηγορίαν ποιεῖται, ὥστε χάριτος ἄξιον εἶναι τῇ πόλει· ᾗ add. Bekker. οὔτε ὅστις [οὐκ] οὐκ seclusit Taylor: εἰς Leo ex 9. ἄλλα κατηγορεῖ ἢ ἃ διώκει ἐν πράγματι τοιούτῳ, πιστεῦσαι δήπου αὐτῷ ἀξιώτερόν ἐστιν ἢ ἀπιστῆσαι. ἐγὼ δὲ σχεδὸν ἐπίσταμαι τὴν ὑμετέραν γνώμην, ὅτι οὔτʼ οὔτʼ Baiter et Sauppe: οὐκ codd. ἂν καταψηφίσαισθε καταψηφίσαισθε Bekker: καταψηφίσεσθε A pr. N, -ίσησθε A corr. οὔτʼ ἂν ἀποψηφίσαισθε ἀποψηφίσαισθε Bekker: ἀποψηφίσησθε codd. ἑτέρου τινὸς ἕνεκα μᾶλλον ἢ αὐτοῦ τοῦ πράγματος· ταῦτα γὰρ καὶ δίκαια καὶ ὅσια. ἄρξομαι δὲ ἐντεῦθεν.