ποῖον οὖν δικαστήριον οὐκ ἂν ἔλθοιεν ἐξαπατήσοντες, ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσαιεν παραβαίνειν οὗτοι οἱ ἀνοσιώτατοι; οἵτινες καὶ ὑμᾶς εἰδότες εὐσεβεστάτους τῶν Ἑλλήνων δικαστὰς καὶ δικαιοτάτους καὶ ἐφʼ ὑμᾶς ἥκουσιν ἐξαπατήσοντες εἰ δύναιντο, ὅρκους τοσούτους διομοσάμενοι.