καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους τούτους Ald.: τούτοις codd. ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων.