καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα ἄπιστα Reiske: πιστὰ codd. καταστῆσαι.