<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="46"><p>καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι· καίτοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> καίτοι</foreign> Reiske: <foreign xml:lang="grc">καὶ</foreign> codd.</note> ἱκανά γʼ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο;<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὖν οὐκ ἀπέγραφ.</foreign> Reiske: <foreign xml:lang="grc">ὅπου κατέγραφ.</foreign> codd.</note> διʼ ὅ τι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> δι’ ὅ τι</foreign> Dobree: <foreign xml:lang="grc">διὰ τί</foreign> codd.</note> συνῆσαν καὶ διελέγοντο· συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδʼ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="47"><p>καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἄπιστα</foreign> Reiske: <foreign xml:lang="grc">πιστὰ</foreign> codd.</note> καταστῆσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="48"><p>καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τούτους</foreign> Ald.: <foreign xml:lang="grc">τούτοις</foreign> codd.</note> ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="49"><p>οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντʼ ἂν ἢ ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν; οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπʼ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πωλητῶν</foreign> Reiske: <foreign xml:lang="grc">πολιτῶν</foreign> codd.</note> καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">διωμόσαντο</foreign> vulg.: <foreign xml:lang="grc">διωμόσαντος</foreign> N pr., <foreign xml:lang="grc">διομόσαντος</foreign> A N corr.</note> ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="50"><p>καὶ νῦν δίκην διδόασιν ὧν ἠδικήκασιν αὐτοί τε καὶ οἱ μεσεγγυησάμενοι καὶ παρʼ οἷς ἐτέθη τὰ χρήματα, καὶ τὰ πραχθέντα φανερὰ γεγένηται, ὥστʼ οὐδʼ ἂν οὗτοι βούλωνται ἀρνεῖσθαι ῥᾳδίως οἷοί τʼ ἔσονται· οὕτως αὐτοῖς πέπρακται τὰ πράγματα. </p></div></div></body></text></TEI>