τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος οὗτος Ν: ὁ τοιοῦτος Α. ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων ἑώρων Ν: ἑώρα Α. μοι τῇ προτεραίᾳ προτεραίᾳ Baiter et Sauppe: προτέρᾳ codd. συνόντας καὶ διαλεγομένους.