<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="16"><p>μεμαρτύρηται μὲν οὖν, ὦ ἄνδρες, περὶ τοῦ πράγματος ἃ ἐγὼ ὑμῖν ὑπεσχόμην· ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν ἅ τε οὗτοι διωμόσαντο καὶ ἃ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα. διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ ἀποκτεῖναι</foreign> Α: <foreign xml:lang="grc">ἀποκτεῖναί με</foreign> Ν.</note> μήτε χειρὶ ἐργασάμενος<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐργασάμενος</foreign> Dobree ex Andoc. i. 94:<foreign xml:lang="grc">ἀράμενος</foreign> codd.</note> μήτε βουλεύσας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="17"><p>αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αἴτιος ὃς</foreign> Sauppe: <foreign xml:lang="grc">οὗτος</foreign> codd.</note> ἐκέλευσε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐκέλευσε</foreign> Baiter: <foreign xml:lang="grc">κελεύσειε</foreign> codd.</note> πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν· ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὔτ’ ἠν. οὔτ ἔδ.</foreign> Dobree: <foreign xml:lang="grc">οὔτ’ ἔδ. οὔτ’ ἠν.</foreign> codd.</note>· καὶ ἔτι προστίθημι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἔτι προστίθημι</foreign> Ald.: <foreign xml:lang="grc">ἐπιπροστίθημυι</foreign> codd.</note> αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν,<note resp="editor" xml:lang="lat" anchored="true">verba<foreign xml:lang="grc">ἐκέλευσεν ... ἀδικεῖν εἴ τις</foreign> om. <foreign xml:lang="grc">Ν.</foreign></note> ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα. καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="18"><p>αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ· αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ· γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλʼ ἐν τῷ δικαίῳ καὶ τῷ ἀληθεῖ. ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποιεῖσθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα, καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας ψηφίζεσθαι περὶ τῶν πραγμάτων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="19"><p>ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδʼ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπίσταιντο</foreign> Maetzner: <foreign xml:lang="grc">ἠπίσταντο</foreign> codd.</note> καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἂν</foreign> Α: <foreign xml:lang="grc">τ’ ἂν</foreign> Ν.</note> εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστʼ ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> μάλιστ’ ἂν</foreign> Sauppe: <foreign xml:lang="grc">μάλιστα</foreign> codd.</note> ἐξελέγχοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="20"><p>ἄξιον δʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα. ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους. </p></div></div></body></text></TEI>