<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="11"><p>ἐπειδὴ χορηγὸς κατεστάθην εἰς Θαργήλια καὶ ἔλαχον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἔλαχον</foreign> Α: <foreign xml:lang="grc">ἔλεγχον</foreign> Ν.</note> Παντακλέα διδάσκαλον καὶ Κεκροπίδα φυλὴν πρὸς τῇ ἐμαυτοῦ, [τουτέστι τῇ Ἐρεχθῇδι,]<note resp="editor" xml:lang="lat" anchored="true">verba<foreign xml:lang="grc">τουτέστι τῇ Ἐρεχθῇδι</foreign> ut scholium ex 13 secl. Reiske.</note> ἐχορήγουν ὡς ἄριστα ἐδυνάμην καὶ δικαιότατα. καὶ πρῶτον μὲν διδασκαλεῖον <add>ᾗ</add> ἦν ἐπιτηδειότατον τῆς ἐμῆς οἰκίας κατεσκεύασα, ἐν ᾧπερ καὶ Διονυσίοις ὅτε ἐχορήγουν ἐδίδασκον· ἔπειτα τὸν χορὸν συνέλεξα ὡς ἐδυνάμην ἄριστα, οὔτε ζημιώσας οὐδένα οὔτε ἐνέχυρα βίᾳ φέρων οὔτʼ ἀπεχθανόμενος οὐδενί, ἀλλʼ ὥσπερ ἂν ἥδιστα καὶ ἐπιτηδειότατα ἀμφοτέροις ἐγίγνετο, ἐγὼ μὲν ἐκέλευον καὶ ᾐτούμην,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ᾐτούμην</foreign> Bekker: <foreign xml:lang="grc">ἡγούμην</foreign> codd.</note> οἱ δʼ ἑκόντες καὶ βουλόμενοι ἔπεμπον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="12"><p>ἐπεὶ δὲ ἧκον οἱ παῖδες, πρῶτον μέν μοι ἀσχολία ἦν παρεῖναι καὶ ἐπιμελεῖσθαι· ἐτύγχανε γάρ μοι πράγματα ὄντα πρὸς Ἀριστίωνα καὶ Φιλῖνον, ἃ ἐγὼ περὶ πολλοῦ ἐποιούμην, ἐπειδήπερ εἰσήγγειλα, ὀρθῶς καὶ δικαίως ἀποδεῖξαι τῇ βουλῇ καὶ τοῖς ἄλλοις Ἀθηναίοις. ἐγὼ μὲν οὖν τούτοις προσεῖχον τὸν νοῦν, κατέστησα δὲ ἐπιμελεῖσθαι, εἴ τι δέοι τῷ χορῷ, Φανόστρατον, δημότην μὲν τουτωνὶ τῶν διωκόντων, κηδεστὴν δʼ ἐμαυτοῦ, ᾧ ἐγὼ δέδωκα τὴν θυγατέρα, καὶ ἠξίουν αὐτὸν <add>ὡς</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign> add. Blass.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="13"><p>ἄριστα ἐπιμελεῖσθαι· ἔτι δὲ πρὸς τούτῳ δύο ἄνδρας, τὸν μὲν Ἐρεχθῇδος Ἀμεινίαν,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">Ἀμεινίαν, ὃν</foreign> Jernstedt: <foreign xml:lang="grc">Ἀμυνίαν, ὃν</foreign> vulg.</note> ὃν αὐτοὶ οἱ φυλέται ἐψηφίσαντο συλλέγειν καὶ ἐπιμελεῖσθαι τῆς φυλῆς ἑκάστοτε, δοκοῦντα χρηστὸν εἶναι, τὸν δʼ ἕτερον<note resp="editor" xml:lang="lat" anchored="true">post<foreign xml:lang="grc">ἕτερον</foreign> nomen excidisse censuerunt Baiter et Sauppe.</note> ..., τῆς Κεκροπίδος, ὅσπερ ἑκάστοτε εἴωθεν ταύτην τὴν φυλὴν συλλέγειν· ἔτι δὲ τέταρτον Φίλιππον, ᾧ προσετέτακτο ὠνεῖσθαι καὶ ἀναλίσκειν εἴ τι φράζοι ὁ διδάσκαλος ἢ ἄλλος τις τούτων, ὅπως <add>ὡς</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign> add. Blass.</note> ἄριστα χορηγοῖντο οἱ παῖδες καὶ μηδενὸς ἐνδεεῖς εἶεν διὰ τὴν ἐμὴν ἀσχολίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="14"><p>καθειστήκει μὲν ἡ χορηγία οὕτω. καὶ τούτων εἴ τι ψεύδομαι προφάσεως ἕνεκα, ἔξεστι τῷ κατηγόρῳ ἐξελέγξαι ἐν τῷ ὑστέρῳ λόγῳ ὅ τι ἂν βούληται [εἰπεῖν].<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἰπεῖν</foreign> del. Dobree:<foreign xml:lang="grc">εἰπών</foreign> Sauppe: <foreign xml:lang="grc">καὶ</foreign> ante <foreign xml:lang="grc">ὅ τι</foreign> add. Thalheim.</note> ἐπεί τοι οὕτως ἔχει, ὦ ἄνδρες· πολλοὶ τῶν περιεστώτων τούτων τὰ μὲν πράγματα ταῦτα πάντα ἀκριβῶς ἐπίστανται, καὶ τοῦ ὁρκωτοῦ ἀκούουσι, καὶ ἐμοὶ προσέχουσι τὸν νοῦν ἅττα ἐγὼ ἀποκρίνομαι, οἷς ἐγὼ βουλοίμην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">βουλοίμην</foreign> Dobree: <foreign xml:lang="grc">ἐβουλόμην</foreign> codd.</note> ἂν δοκεῖν αὐτός τε εὔορκος εἶναι καὶ ὑμᾶς τἀληθῆ λέγων πεῖσαι ἀποψηφίσασθαί μου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="15"><p>πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν ὅτι οὔτʼ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα καὶ οὐδὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> Reiske: <foreign xml:lang="grc">οὔτε</foreign> codd.</note> παρῆ ὅτʼ ἔπιεν. καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω· οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν· ἣν οὔτʼ ἂν ἐγὼ οὔτʼ ἄλλος οὐδεὶς οἷός τʼ ἂν εἴη ἀποτρέψαι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀποτρέψαι</foreign> Dobree: <foreign xml:lang="grc">ἀποστρέψαι</foreign> codd.</note> μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ....<note resp="editor" xml:lang="lat" anchored="true">lacunam statuit Blass, coll. Her. 61.</note><quote rend="blockquote"><p>Μάρτυρες </p></quote> </p></div></div></body></text></TEI>