νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ οὐδεὶς λόγος ἔσται ἔσται A: ἐστὶ N. ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμως παρανόμως Reiske: παράνομος codd. ἀπωλόμην. ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς παριεὶς Fuhr: παρεὶς codd. οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἡ ἐμὴ σωτηρία ἔνεστι. πειθόμενοι δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.