τὸ δὲ τὸ δὲ Ald.: τῶ A, τῷ N. τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν ὑμῖν N. ἡμῖν A. μεταμελῆσαι ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι ἃ οὗτοι βούλονται οὐκ ἔστιν ἴασις. οὐδὲ χρόνος πολὺς ὁ διαφέρων, ἐν ᾧ ταῦτα νομίμως πράξεθʼ πράξεθʼ A pr.: πράξεσθʼ A corr. N. ἃ ἃ A: ἂν N. νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ τῶν μαρτύρων τῶν μαρτύρων secl. Jernstedt: post δοξασταὶ transp. Sauppe νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν.