<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="93"><p rend="align(indent)">εὖ δʼ ἴστε ὅτι οὐκ ἄν ποτʼ ἦλθον εἰς τὴν πόλιν, εἴ τι ξυνῄδη ἐμαυτῷ τοιοῦτον· νῦν δὲ πιστεύων τῷ δικαίῳ, οὗ πλέονος οὐδέν ἐστιν ἄξιον ἀνδρὶ συναγωνίζεσθαι, μηδὲν αὑτῷ συνειδότι ἀνόσιον εἰργασμένῳ μηδʼ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μηδʼ</foreign> Franke: <foreign xml:lang="grc">μήτʼ</foreign> codd.</note> εἰς τοὺς θεοὺς ἠσεβηκότι· ἐν γὰρ τῷ τοιούτῳ ἤδη καὶ τὸ σῶμα ἀπειρηκὸς ἡ ψυχὴ συνεξέσωσεν, ἐθέλουσα ταλαιπωρεῖν διὰ τὸ μὴ ξυνειδέναι ἑαυτῇ. τῷ δὲ ξυνειδότι τοῦτο αὐτὸ πρῶτον πολέμιόν ἐστιν· ἔτι γὰρ καὶ τοῦ σώματος ἰσχύοντος ἡ ψυχὴ προαπολείπει, ἡγουμένη τὴν τιμωρίαν οἱ ἥκειν ταύτην τῶν ἀσεβημάτων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀσεβημάτων</foreign> N. <foreign xml:lang="grc">ἀσεβηκότων</foreign> A.</note> ἐγὼ δʼ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς. </p></div></div></body></text></TEI>