ἔπειτα δὲ τὰ μὲν ἀκούσια τῶν ἁμαρτημάτων ἔχει συγγνώμην, τὰ δὲ ἑκούσια οὐκ ἔχει. τὸ μὲν γὰρ γὰρ om. N ἀκούσιον ἁμάρτημα, ὦ ἄνδρες, τῆς τύχης ἐστί, τὸ δὲ ἑκούσιον τῆς γνώμης. ἐστίν post γν. habet N. ἑκούσιον δὲ πῶς ἂν εἴη μᾶλλον ἢ εἴ τις, ὧν βουλὴν ποιοῖτο, ταῦτα παραχρῆμα ἐξεργάζοιτο; ἐξεργάζοιτο N. ἐργάζοιτο A. καὶ μὴν τὴν ἴσην γε δύναμιν ἔχει, ὅστις τε ἂν τῇ χειρὶ ἀποκτείνῃ ἀδίκως καὶ ὅστις τῇ ψήφῳ.