<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="87"><p>φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς <add>τε</add> δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων. </p></div></div></body></text></TEI>