μὴ ὑμεῖς γε, ὦ ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ, μεθʼ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ὦ ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι τούτους τούτους addidit Sauppe. τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι.