μὴ ὑμεῖς γε, ὦ ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ, μεθʼ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ὦ ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι τούτους τούτους addidit Sauppe. τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι. φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων. αὐτῶν δὲ τούτων ἕνεκα ἕνεκα A: εἵνεκα N. οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὁπόσα ὅποσα A: ὅσα N. γίγνεται τῶν δικῶν ἕνεκα τοῦ φόνου, πολὺ διαφέροντά ἐστιν ἢ καὶ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶ τῷ ἀδικηθέντι, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβειά ἐστιν εἴς τε τοὺς θεοὺς καὶ εἰς τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι αἰτιάσασθαι A corr. N: αἰτιᾶσθαι A pr. καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς γνῶναι. ἡ μὲν γὰρ τούτων αἰτίασις οὐκ ἔχει τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς ἐν αὐτῇ τῇ δίκῃ μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἄν τις ἀνενεγκὼν ἀνενεγκὼν A corr. N: ἐνεγκὼν A pr. τὴν ἁμαρτίαν ἀπολύσαιτο. πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε δικάσαιτε Bekker: δικάσητε codd. περὶ αὐτῶν; εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι, κἀμὲ περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογήσασθαι. πῶς δὲ ἐάσετε; ἐὰν νυνὶ ἀποψηφίσησθέ μου. διαφεύγω γὰρ οὐδʼ οὕτω τὰς ὑμετέρας γνώμας, ἀλλʼ ὑμεῖς ἔσεσθε οἱ κἀκεῖ κἀκεῖ Ald.: κακοὶ codd. περὶ ἐμοῦ διαψηφιζόμενοι. καὶ φεισαμένοις φεισαμένοις N. ψηφισαμένοις A. μὲν ὑμῖν ἐμοῦ νῦν ἔξεστι τότε χρῆσθαι ὅ τι ἂν βούλησθε, ὅ τι ἂν βούλησθε Dobree: ὅ τι ἃ δὴ βούλεσθαι A corr. N: ἀπολέσασι δὲ ἀπολέσασι δὲ Dobree: ἀπολογήσασθαι codd. οὐδὲ βουλεύσασθαι ἔτι περὶ ἐμοῦ ἐγχωρεῖ.