ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ὦ ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ καὶ om. N. ὑμῶν αὐτῶν ἕνεκα δεῖν ὑμᾶς μου nonnulla excidisse videntur: sensum suppl. Schoemann. ἀποψηφίσασθαι. ταὐτὰ ταὐτὰ Bekker: ταῦτα codd. γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ δὲ καθʼ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δʼ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον, οὐκ ἐγὼ αἴτιος, ἀλλʼ οἱ κατήγοροι. καίτοι οὐ δήπου οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων ἴσοι κριταὶ προκαταγνώσεσθέ μου μου A: με N. ἐν τῷδε τῷ ἀγῶνι ἀγῶνι Maetzner: λόγῳ codd. τὸν φόνον.