Μάρτυρες ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες δικασταί, ὅτι εἰ μὲν ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες, ὥς τι ἀνόσιον γεγένηται ἐμοῦ παρόντος ἐν πλοίῳ ἢ ἐν ἱεροῖς, αὐτοῖς γε τούτοις ἰσχυροτάτοις ἂν ἐχρῶντο, καὶ πίστιν τῆς αἰτίας ταύτην σαφεστάτην ἀπέφαινον, τὰ σημεῖα τὰ ἀπὸ τῶν θεῶν· νῦν δὲ τῶν τε σημείων ἐναντίων ἐναντίων A corr. 2 N: ἐναντίον A pr. τοῖς τούτων λόγοις γιγνομένων, γιγνομένων A corr. 2 N: γιγνομένοις A pr. τῶν τε μαρτύρων ἃ μὲν ἐγὼ λέγω μαρτυρούντων ἀληθῆ εἶναι, ἃ δʼ οὗτοι κατηγοροῦσι ψευδῆ, τοῖς μὲν μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς κελεύουσι, τοῖς δὲ λόγοις οὓς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι. καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐλέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις τὰ ἔργα ζητοῦσιν ἄπιστα καθιστάναι.