ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς· τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα τὰ ἱερὰ ἐγένετο. ἃ ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι. εἰσὶ δέ μοι καὶ εἰσὶ δέ μοι καὶ add. Reiske. τούτων μάρτυρες.