<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="76"><p rend="align(indent)">πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τὴν Μυτ.</foreign> Blass: <foreign xml:lang="grc">τῶν Μυτ.</foreign> codd.</note> γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε <add>τῆς ὑμετέρας γνώμης</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῆς ὑμετέρας γνώμης</foreign> del. Hirschig, qui<foreign xml:lang="grc">ἀποστᾶσα</foreign> quoque damnat</note> μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εὐρόπως</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">εὗρ’ ὅπως</foreign> A pr. N.</note> εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="77"><p>ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται <add>τῷ ἐμῷ πατρί</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῷ ἐμῷ πατρί</foreign> secl. Dobree.</note> οὐδʼ ὅ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">χορηγεῖ</foreign> Blass: <foreign xml:lang="grc">ἐχορήγει</foreign> codd.</note> καὶ τέλη κατατίθησιν.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κατατίθησιν</foreign> N. <foreign xml:lang="grc">κατετίθει</foreign> A.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="78"><p>εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο <add>ποιεῖ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ποιεῖ</foreign> add. Reiske.</note> οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, <add>τοὺς δὲ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοὺς δὲ</foreign> add. Reiske.</note> καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="79"><p rend="align(indent)">ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἰδίᾳ</foreign> om. A pr.</note> δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδία οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πείθεσθαι</foreign>*n pr.</note>· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπ’ ἐμοὶ</foreign> A: <foreign xml:lang="grc">ὑπ’ ἐμοὶ</foreign> N.</note> κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὥστ’ ἐμοὶ</foreign> Bekker: <foreign xml:lang="grc">ὥστε μοι</foreign> codd.</note> βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="80"><p>ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ. </p></div></div></body></text></TEI>