<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="71"><p>ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. </p><p rend="align(indent)">οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> om. N.</note> φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ μετʼ</foreign> vulg.: <foreign xml:lang="grc">μήτε μετʼ</foreign> AN.</note> ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="72"><p>οὐ γὰρ ἔστιν ὅ τι ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Stobaeus, Flor. xx. 44, qui verba<foreign xml:lang="grc">οὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου</foreign> affert. idem<foreign xml:lang="grc">εὖ γνοίν· ἂν γνοίη</foreign> codd.</note> ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ᾧ] ὃ</foreign> Stobaeus.</note> βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡμέρα ... γιγνομένη</foreign> Stephanus: <foreign xml:lang="grc">ἡμέραν ... γιγνομένην</foreign> codd.</note> γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μεταστῆσαι</foreign> Stephanus: <foreign xml:lang="grc">μεταστήσειν</foreign> codd.</note> καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="73"><p rend="align(indent)">εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀρχὴν</foreign> Ald.: <foreign xml:lang="grc">ἀρχὴ ἣ</foreign> codd.</note> ὀρθῶς βουλεύεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="74"><p rend="align(indent)">δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="75"><p>νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κεκινδυνεύσεται</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">καὶ κινδυνεύσεται</foreign> A pr. N.</note> </p></div></div></body></text></TEI>