ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν ἂν om. N. φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ μὴ μετʼ vulg.: μήτε μετʼ AN. ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι. οὐ γὰρ ἔστιν ὅ τι ἂν ἂν add. Stobaeus, Flor. xx. 44, qui verba οὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου affert. idem εὖ γνοίν· ἂν γνοίη codd. ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ ᾧ] ὃ Stobaeus. βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη ἡμέρα ... γιγνομένη Stephanus: ἡμέραν ... γιγνομένην codd. γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι μεταστῆσαι Stephanus: μεταστήσειν codd. καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων. εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν ἀρχὴν Ald.: ἀρχὴ ἣ codd. ὀρθῶς βουλεύεσθαι. δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται. κεκινδυνεύσεται A corr. 2 : καὶ κινδυνεύσεται A pr. N.