μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο, ἐν ᾧ μηδʼ ἂν αὐτοὶ εὐποροῖτε· μηδʼ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλʼ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. ἐν τούτῳ οὖν ἀναίτιός εἰμι, οὐκ ἐὰν μὴ μὴ del. Reiske. ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἢ ἀπόλωλεν ἁνήρ, ἁνήρ Sauppe: ἀνήρ codd. ἀλλʼ εἰ μὴ προσήκει μοι μηδὲν ὥστʼ ἀποκτεῖναι αὐτόν. ἤδη δʼ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γʼ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο. αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην , Ἐφιάλτην del. Dobree. εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως. τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν ἐν om. A. τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες ὄντες om. A. ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ. τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ δὲ A: δὴ N. ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον ἀπέθανον A corr. 2 : ἀποθανόντες A pr. N. ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο. τοῦ δʼ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.