<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="61"><p>τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ<gap reason="lost" rend=" . . . "/> <note resp="editor" xml:lang="lat" anchored="true">nonnulla deesse videntur, quae sic e.g. suppleri possint:<foreign xml:lang="grc">ἐν ἀγῶνι καταστήσαντι κεῖνον ἢ δι’ ἐμοῦ βιαίως ἀπολέσαντι. καί μοι μάρτυρας τούτον κάλει.</foreign> </note></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="62"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὗ δὲ</foreign> Blass: <foreign xml:lang="grc">οὐδὲ</foreign> N. <foreign xml:lang="grc">οὐ γὰρ</foreign> A.</note> ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign> om. <foreign xml:lang="grc">A.</foreign> </note> ἐμοῦ, ἐνταῦθα δʼ ἐπεβούλευεν, ἐν ᾧ γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις. </p><p rend="align(indent)">ἔπειτα δʼ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν ὁ Λυκῖνος τεθνάναι—εἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον,—οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτʼ ἂν ἐπείσθην ἀντʼ ἐκείνου ποιῆσαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="63"><p>πότερα ὡς ἐγὼ μὲν ἦ τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖνος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν<note resp="editor" xml:lang="lat" anchored="true">verba<foreign xml:lang="grc">τῷ μὲν γὰρ ... ἦν</foreign> post <foreign xml:lang="grc">ὑπὸ τούτου</foreign> infra collocavit</note>· ἀλλʼ αὐτὸ τὸ ἐναντίον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτὸ τὸ ἐναντίον</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">αὐτὸ τοῦτο ἐναντίον</foreign> A pr. N.</note> ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπʼ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἢ ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γʼ ἑαυτὸν οὐδʼ ὑπερήμερον γενόμενον ἑπτὰ μνῶν δυνατὸς ἦν λύσασθαι, ἀλλʼ οἱ φίλοι αὐτὸν ἐλύσαντο. καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δήπου ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑπὲρ</foreign> Meier: <foreign xml:lang="grc">περὶ</foreign> codd.</note> αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα διʼ ἐκεῖνον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="64"><p rend="align(indent)">ὡς μὲν οὖν οὐκ αὐτὸς αἴτιός εἰμι τοῦ πράγματος οὐδὲ ἐκεῖνος, ἀποδέδεικται καθʼ ὅσον ἐγὼ δύναμαι μάλιστα. τούτῳ δὲ χρῶνται πλείστῳ <add>τῷ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> add. Frohberger.</note> λόγῳ οἱ κατήγοροι, ὅτι ἀφανής ἐστιν ὁ ἀνήρ, καὶ ὑμεῖς ἴσως περὶ τούτου αὐτοῦ ποθεῖτε ἀκοῦσαι. εἰ μὲν οὖν τοῦτο εἰκάζειν με δεῖ, ἐξ ἴσου τοῦτό ἐστι καὶ ὑμῖν καὶ ἐμοί· οὔτε γὰρ ὑμεῖς αἴτιοι τοῦ ἔργου ἐστὲ οὔτε ἐγώ· εἰ δὲ δεῖ τοῖς ἀληθέσι χρῆσθαι, τῶν εἰργασμένων τινὰ ἐρωτώντων· ἐκείνου γὰρ ἄριστʼ ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἄριστ’ ἂν</foreign> Hirschig: <foreign xml:lang="grc">ἄριστα</foreign> codd.</note> πύθοιντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="65"><p>ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μακρότατον</foreign> N. <foreign xml:lang="grc">μακρότερον</foreign> A.</note> τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἰργασμένῳ</foreign> A: <foreign xml:lang="grc">ἐργασαμένῳ</foreign> N. </note> χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κελεύοι</foreign> Reiske: <foreign xml:lang="grc">κελεύει</foreign> codd.</note> λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ. </p></div></div></body></text></TEI>