ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτʼ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται ἢ τῇ προνοίᾳ. ταῦτʼ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι. ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δʼ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους. ἡ μὲν οὖν αἴτησις, ὦ ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμετέρῳ δικαίῳ οὐχ ἧσσον ἢ ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορημένων ἀπολογήσομαι καθʼ ἕκαστον. πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλʼ ἵνα ᾖ τεκμήρια ὑμῖν ὑμῖν A corr. N: ἐμοὶ A pr. καὶ τῶν ἄλλων πραγμάτων καὶ καὶ del. Sauppe. τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία. πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, ὃ οὐδεὶς πώποτʼ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδʼ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου. φασὶ δὲ αὖ τό γε αὖ τό γε Sauppe: αὗ τό τε codd. ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν ἔνειμαν A corr. 2 : ἂν ἔνειμαν ἂν A pr.: ἔνειμαν ἂν N. τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δʼ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.