ἐπειδὴ δʼ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὁ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμματειδίῳ, οὐκέθʼ οἷόν τʼ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύδεσθαί μου, οὐκ ἄν ποτʼ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμματειδίῳ. καί μοι μάρτυρας τούτων κάλει. Μάρτυρες τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ οὐδὲ Ald.: οὔτε codd. γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν πολλῶν] πολλοῦ nonnulli auct. Pahle. εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία. εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρʼ ἐκείνου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. ἀλλʼ οὐδέν μοι τοιοῦτον ὑπῆρκτο εἰς αὐτόν. ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι ἀποκτείνας αὐτόν; ἀλλʼ οὐκ ἦν αὐτῷ. verba ἀλλὰ χρήματα ... αὐτῷ quae ante εἶεν habent codd. ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ σὺ ἐμοὶ A corr.: σὺν ἐμοὶ A pr. N. ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου σὺ φόνου Maetzner: τοῦ φόνου codd. ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ σοῦ Blass: σοι codd. φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ δ’ ἐμὲ Blass: δέ με codd. ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι. ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν εἶχε τἀποκτεῖναι εἶχε τἀποκτεῖναι Kayser: ἔχει ἀποκτεῖναι codd. τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλʼ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδʼ ἐκεῖνον εἰκότως αἰτιῶνται. λέγω τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν αὐτῷ ὁπόθεν ἂν ἔλαβεν ἀποκτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου.