ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις ἑκατέροις Weidner: ἑκατέρῳ codd. ἴση ἂν εἴη, ἴση ἂν εἴη Thalheim: ἴσον εἰ N. ἴσον εἴ(η̣) A. μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν. τούτοις μὲν τὸ A corr. verba ἔκ τε . . . ἦν secl. Hirschig: τοῦτον μέντοι A pr. N. καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος γενόμενος A: γιγνόμενος N. τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα. ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο, ἐγένετο A: γεγένηται N. ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι εἴ τί μοι A corr. 2 : εἴ τ’ ἐμοὶ A pr. N. τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν ἀπάγειν A corr. 2 : ἀπάγων A pr. N. ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας. φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος; sequuntur in codd.: τίνος γε δὴ ἕνεκα ... κἀκείνῳ, quae nunc ad 57 init. leguntur auct. Ald. ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς αὐτὸς Reiske: αὐτοῖς codd. ἔμελλεν ἐρεῖν ἐρεῖν A: εὑρεῖν N. ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν· αὐτὸν Ald.: αὐτὰ codd. ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν. ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο τοῦτο A corr. 2 : τούτου A pr. N. μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον διάφορον Reiske: διαφέρον codd. ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν. καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν·