<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="31"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ὡς μὲν ὕστερον τοσούτῳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοσούτῳ</foreign> Reiske: <foreign xml:lang="grc">τούτω τῶ</foreign> codd.</note> χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="32"><p>πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν ὅ τι ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅ τι ἂν</foreign> Ald.: <foreign xml:lang="grc">ὅταν</foreign> codd.</note> ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἰ μὲν γὰρ ἐγὼ</foreign> Gebauer: <foreign xml:lang="grc">εἰ γὰρ ἐγὼ μὲν</foreign> A pr. N:<foreign xml:lang="grc">μὲν</foreign> del.</note> ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="33"><p rend="align(indent)">ἕως μὲν οὖν μετὰ χρηστῆς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">χρηστῆς</foreign> N. <foreign xml:lang="grc">χρηστῆς τῆς</foreign> A.</note> ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> A corr. N:<foreign xml:lang="grc">μὲν</foreign> A pr.</note> τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὠφέλησεν</foreign> Reiske: <foreign xml:lang="grc">ὠφέλησαν</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="34"><p>ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν <add>ἂν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> secl. Dobree:<foreign xml:lang="grc">πρὶν ἐγὼ ἀνελθοιμι</foreign> Ignatius.</note> ἐγὼ ἔλθοιμι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="35"><p>δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτοῦ</foreign> om. A pr.</note> χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.</p></div></div></body></text></TEI>