Μάρτυρες ὡς μὲν ὕστερον τοσούτῳ τοσούτῳ Reiske: τούτω τῶ codd. χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν ὅ τι ἂν ὅ τι ἂν Ald.: ὅταν codd. ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ εἰ μὲν γὰρ ἐγὼ Gebauer: εἰ γὰρ ἐγὼ μὲν A pr. N: μὲν del. ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων. ἕως μὲν οὖν μετὰ χρηστῆς χρηστῆς N. χρηστῆς τῆς A. ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ δὲ A corr. N: μὲν A pr. τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν, ὠφέλησεν Reiske: ὠφέλησαν codd. ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἂν secl. Dobree: πρὶν ἐγὼ ἀνελθοιμι Ignatius. ἐγὼ ἔλθοιμι. δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ αὐτοῦ om. A pr. χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.