<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="21"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μάρτυρας</foreign> Reiske: <foreign xml:lang="grc">μαρτυρίας</foreign> codd.</note> οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετεκβάντα</foreign> A corr. N:<foreign xml:lang="grc">μεταβάντα</foreign> A.</note> φασὶν ἀποθανεῖν αὐτόν <add>, τὸν Ἡρῴδην</add>.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τὸν Ἡρῴδην</foreign> secl. Reiske.</note> </p><p rend="align(indent)">καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι <add>οὐ τῇ ἐ</add>μῇ προνοίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅτι οὐ τῇ ἐμῇ πρ.</foreign> Jebb: <foreign xml:lang="grc">ὅτι οὐ προνοίᾳ</foreign> Maetzner: <foreign xml:lang="grc">ὅτι μὴ</foreign> </note> μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν<note resp="editor" xml:lang="lat" anchored="true">codd.</note> τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="22"><p>οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καθ’ αὑτὸν</foreign> Stephanus: <foreign xml:lang="grc">κατ’ αὐτὸν</foreign> codd.</note> ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετέκβασις</foreign> A corr. N:<foreign xml:lang="grc">μετάβασις</foreign> A.</note> παρέξομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="23"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἐπειδὴ δὲ μετεξέβημεν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετεξέβημεν</foreign> A: <foreign xml:lang="grc">μετέβημεν</foreign> N.</note> εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐκ</foreign> om. N. </note> τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="24"><p>καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="25"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· ἐκ δὲ τούτων ἤδη σκοπεῖτε τὰ εἰκότα. πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ὁ ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ γὰρ ἄν ποτε ᾠχόμην πλέων. ἀλλʼ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατʼ ἐμοῦ, τότε ᾐτιάσαντο. </p></div></div></body></text></TEI>