<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="16"><p rend="align(indent)">ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε <add>μηδὲ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μηδὲ</foreign> del. Reiske.</note> πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὖ ἀξιώσεις</foreign> Bekker: <foreign xml:lang="grc">ἂν ἀξιώσεις</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">ἂν ἀξιώσῃς</foreign></note> με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="17"><p rend="align(indent)">ἔτι δὲ μάλʼ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάντων ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθιστάναι κατὰ τὸν νόμου, οὕτως οὗτοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δετεριορες.</foreign></note> διεπράξαντο τοῦτο ὥστε μὴ ἐγγενέσθαι μοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μοι</foreign> A: <foreign xml:lang="grc">με</foreign> N.</note> ποιῆσαι. τῶν δὲ ἄλλων ξένων ὅτις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτʼ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀπολῦσαι τοῦ δεσμοῦ</foreign> Thalheim: <foreign xml:lang="grc">ὠφελεῖσαι τοῦδε κόσμου</foreign> </note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="18"><p>τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τε</foreign> Reiske: <foreign xml:lang="grc">γε</foreign> codd.</note> ἐμοὶ περιέθεσαν καὶ τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="19"><p rend="align(indent)">οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐλασσωθεὶς</foreign> A pr. N:<foreign xml:lang="grc">ἔλος σωθεὶς</foreign>A corr.:<foreign xml:lang="grc">ἕλος σωθεὶς</foreign> deteriores.</note> τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="20"><p rend="align(indent)">ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.</p></div></div></body></text></TEI>