ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε μηδὲ μηδὲ del. Reiske. πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις αὖ ἀξιώσεις Bekker: ἂν ἀξιώσεις A corr. 2 : ἂν ἀξιώσῃς με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται; ἔτι δὲ μάλʼ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάντων ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθιστάναι κατὰ τὸν νόμου, οὕτως οὗτοι δετεριορες. διεπράξαντο τοῦτο ὥστε μὴ ἐγγενέσθαι μοι μοι A: με N. ποιῆσαι. τῶν δὲ ἄλλων ξένων ὅτις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτʼ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ. ἀπολῦσαι τοῦ δεσμοῦ Thalheim: ὠφελεῖσαι τοῦδε κόσμου τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε τε Reiske: γε codd. ἐμοὶ περιέθεσαν καὶ τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα. οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς ἐλασσωθεὶς A pr. N: ἔλος σωθεὶς A corr.: ἕλος σωθεὶς deteriores. τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ. ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.