ἐβουλόμην μέν, ὦ ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι μᾶλλον τοῦ συμφέροντος. οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐνταυθοῖ οὐδέν με ὠφέλησεν ἡ ἐμπειρία· οὗ δέ με δεῖ σωθῆναι μετὰ τῆς ἀληθείας εἰπόντα τὰ γενόμενα, ἐν τούτῳ με βλάπτει ἡ τοῦ λέγειν ἀδυνασία. ἀδυνασία Sauppe ex Bekker An. i. 345: ἀδυναμία codd. πολλοὶ μὲν μὲν om. A. γὰρ ἤδη τῶν οὐ δυναμένων λέγειν, ἄπιστοι γενόμενοι τοῖς ἀληθέσιν, αὐτοῖς τούτοις ἀπώλοντο, οὐ δυνάμενοι δηλῶσαι αὐτά· πολλοὶ δὲ τῶν λέγειν δυναμένων δυναμένων add. A corr. 2 : τῶν δεινῶν λέγειν Fuhr: alii alia. πιστοὶ γενόμενοι τῷ ψεύδεσθαι, τούτῳ ἐσώθησαν, διότι ἐψεύσαντο. ἀνάγκη οὖν, ὅταν τις ἄπειρος ᾖ τοῦ ἀγωνίζεσθαι, ἐπὶ τοῖς τῶν κατηγόρων λόγοις εἶναι μᾶλλον ἢ ἐπʼ αὐτοῖς τοῖς ἔργοις καὶ τῇ ἀληθείᾳ τῶν πραγμάτων. ἐγὼ οὖν, ὦ ἄνδρες, αἰτήσομαι αἰτήσομαι δὲ N. δὲ erasum in A. ὑμᾶς, οὐχ ἅπερ οἱ πολλοὶ τῶν ἀγωνιζομένων ἀκροᾶσθαι σφῶν αὐτῶν αἰτοῦνται, σφίσι μὲν αὐτοῖς ἀπιστοῦντες, ὑμῶν δὲ προκατεγνωκότες ἄδικόν τι—εἰκὸς γὰρ ἐν ἀνδράσι γε ἀγαθοῖς καὶ ἄνευ τῆς αἰτήσεως τὴν ἀκρόασιν ὑπάρχειν τοῖς φεύγουσιν, οὗπερ καὶ οἱ διώκοντες ἔτυχον ἄνευ αἰτήσεως·— τάδε δὲ δὲ om. A pr. N: add. A corr. 2 δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι συγγνώμην ἔχειν μοι ante τοῦτο μὲν codd.: huc transtulit Baiter. , καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἢ ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον ἢ δεινότητι εἰρῆσθαι. οὐ γὰρ δίκαιον οὔτʼ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτʼ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ ῥῆμα τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δʼ ἔργον τῆς γνώμης.