κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος καὶ καὶ add. Blass. τούτῳ, τῷ παντὶ προέχομεν· οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων τῶν τῶν add. Bekker. κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερ εἴπερ Ignatius: εἴτε CODD. γὰρ ὁ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ὁ ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ ἂν ἂν add. Sauppe. ὁ ὁ Reiske: ὅ τε A pr. N, ὅ γε A. corr. διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ ὑπὲρ Α corr. 2 ὑπὸ A pr. N τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται. ἔστι δὲ οὐδὲ ὁ ἐπιβουλεύσας οὐδὲν μᾶλλον ὁ διωκόμενος τοῦ διώκοντος. εἰ γὰρ ὁ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ ἀποκτείνειν διενοήθη, ὁ δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ὁ ἐπιβουλεύσας εἴη. νῦν δὲ καὶ ὁ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς ἃ οὐκ ἐβούλετο πατάξας. τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε ὅς γε Sauppe: οὕν γε codd. ἀκουσίως ἐπάταξεν; οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν. ὁ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὁ δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ om. Ν. καὶ τῆς ἐκείνου ἁμαρτίας αἴτιος ὢν αἴτιος ὢν add. Maetzner: ἁμ. δίκαιος φορεὺς tentavit Thalheim. δίκαιος φονεὺς εἶναί ἐστιν. ὡς δὲ οὐδὲ κρεισσόνως κρεισσόνως Reiske: κρεῖσσον (-ων) ὢν codd. ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, διδάξω. ὁ μὲν ὑβρίζων καὶ παροινῶν πάντʼ ἔδρα καὶ οὐδὲν ἠμύνατο· ὁ δὲ μὴ πάσχειν ἀλλὰ ἀπωθεῖσθαι ζητῶν, ἅ τε ἔπασχεν ἀκουσίως ἔπασχεν, ἅ τʼ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως ἢ κατʼ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα. εἰ δὲ κρείσσων ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἢ ἔπασχεν, οὐδʼ οὕτω δίκαιος ὑφʼ ὑμῶν καταλαμβάνεσθαί ἐστι. τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται.