ταῦτʼ οὖν εἰδότες, τουτοισὶ τὸ ἀσέβημα τοῦτο ἀναθέντες, αὐτοί τε καθαροὶ τῆς αἰτίας γένεσθε, ἐμέ τε ὁσίως καὶ δικαίως ἀπολύετε· οὕτω γὰρ ἂν καθαρώτατοι πάντες οἱ πολῖται εἴημεν. Ἐκ κατηγορίας ὃ ὕστερος τοῦτόν τε οὐ θαυμάζω ἀνόσια δράσαντα ὅμοια οἷς εἴργασται λέγειν, ὑμῖν τε συγγιγνώσκω βουλομένοις τὴν ἀκρίβειαν τῶν πραχθέντων μαθεῖν τοιαῦτα ἀνέχεσθαι ἀκούοντας αὐτοῦ, ἃ ἐκβάλλεσθαι ἄξιά ἐστι. τὸν γὰρ ἄνδρα ὁμολογῶν τύπτειν τὰς πληγὰς ἐξ ὧν ἀπέθανεν, αὐτὸς μὲν τοῦ τεθνηκότος οὔ φησι φονεὺς εἶναι, ἡμᾶς δὲ τοὺς τιμωροῦντας αὐτῷ ζῶν τε καὶ βλέπων φονέας αὑτοῦ φησιν εἶναι. θέλω δὲ καὶ τἆλλα παραπλήσια ἀπολογηθέντα τούτοις ἐπιδεῖξαι αὐτόν. εἶπε δὲ πρῶτον μέν, εἰ καὶ ἐκ τῶν πληγῶν ἀπέθανεν ὁ ἀνήρ, ὡς οὐκ ἀπέκτεινεν αὐτόν· τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, τοῦτον αἴτιον τῶν πραχθέντων γενόμενον καταλαμβάνεσθαι ὑπὸ τοῦ νόμου, ἄρξαι δὲ τὸν ἀποθανόντα. μάθετε δὴ πρῶτον μὲν ὅτι ἄρξαι καὶ παροινεῖν τοὺς νεωτέρους τῶν πρεσβυτέρων εἰκότερόν ἐστι· τοὺς μὲν γὰρ ἥ τε μεγαλοφροσύνη τοῦ γένους ἥ τε ἀκμὴ τῆς ῥώμης ῥώμης Α corr. Ν· ὡ..ς ( sc. ὥρας ) Α pr. ἥ τε ἀπειρία τῆς μέθης ἐπαίρει τῷ θυμῷ χαρίζεσθαι, τοὺς δὲ ἥ τε ἐμπειρία τῶν παροινουμένων παροινουμένων Reiske: παρανομουμένων codd. ἥ τε ἀσθένεια τοῦ γήρως ἥ τε δύναμις τῶν νέων φοβοῦσα σωφρονίζει. ὡς δὲ οὐδὲ τοῖς αὐτοῖς ἀλλὰ τοῖς ἐναντιωτάτοις ἠμύνατο αὐτόν, αὐτὸ τὸ ἔργον σημαίνει. ὁ μὲν γὰρ ἀκμαζούσῃ τῇ ῥώμῃ τῶν χειρῶν χρώμενος ἀπέκτεινεν· ὁ δὲ ἀδυνάτως τὸν κρείσσονα ἀμυνόμενος, οὐδὲ σημεῖον οὐδὲν ὧν ἠμύνατο ὑπολιπών, ὧν ἠμύνατο ὑπολείπων Ν: ὑπολιπὼν ὧν ἠμύνατο Α. ἀπέθανεν. εἰ δὲ ταῖς χερσὶν ἀπέκτεινε καὶ οὐ σιδήρῳ, ὅσον αἱ χεῖρες τοῦ σιδήρου οἰκειότεραι τούτῳ εἰσί, τοσούτῳ μᾶλλον φονεύς ἐστιν. ἐτόλμησε δὲ εἰπεῖν ὡς ὁ ἄρξας τῆς πληγῆς καὶ μὴ διαφθείρας μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστι· τοῦτον γὰρ βουλευτὴν τοῦ θανάτου φησὶ γενέσθαι. ἐγὼ δὲ πολὺ τἀναντία τούτων φημί. εἰ γὰρ αἱ χεῖρες ἃ διανοούμεθα ἑκάστῳ ἡμῶν ὑπουργοῦσιν, ὁ μὲν πατάξας καὶ μὴ ἀποκτείνας τῆς πληγῆς βουλευτὴς ἐγένετο, ὁ δὲ θανασίμως τύπτων τοῦ θανάτου· ἐκ γὰρ ὧν ἐκεῖνος διανοηθεὶς ἔδρασεν, ὁ ἀνὴρ τέθνηκεν. ἔστι δὲ ἡ μὲν ἀτυχία τοῦ πατάξαντος, ἡ δὲ συμφορὰ τοῦ παθόντος. ὁ μὲν γὰρ ἐξ ὧν ἔδρασεν ἐκεῖνος διαφθαρείς, οὐ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀλλὰ τῇ τοῦ πατάξαντος χρησάμενος ἀπέθανεν· ἀπέθανεν Α: ἔπαθεν Ν. ὁ δὲ μείζω ὧν ἤθελε πράξας, τῇ ἑαυτοῦ ἀτυχίᾳ ὃν οὐκ ἤθελεν ἀπέκτεινεν.