<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="tetralogy" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2:1" n="6"><p>εἰ μὲν γὰρ ἄκων ἀπέκτεινε τὸν ἄνδρα, ἄξιος ἂν ἦν συγγνώμης τυχεῖν τινός· ὕβρει δὲ καὶ ἀκολασίᾳ παροινῶν εἰς ἄνδρα πρεσβύτην, τύπτων τε καὶ πνίγων ἕως τῆς ψυχῆς ἀπεστέρησεν αὐτόν, ὡς μὲν ἀποκτείνας τοῦ φόνου τοῖς ἐπιτιμίοις ἔνοχός ἐστιν, ὡς δὲ συγχέων ἅπαντα τῶν γεραιοτέρων τὰ νόμιμα οὐδενὸς ἁμαρτεῖν, οἷς οἱ τοιοῦτοι κολάζονται, δίκαιός ἐστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2:1" n="7"><p rend="align(indent)">ὁ μὲν τοίνυν νόμος ὀρθῶς ὑμῖν τιμωρεῖσθαι παραδίδωσιν αὐτόν· τῶν δὲ μαρτύρων ἀκηκόατε, οἳ παρῆσαν παροινοῦντι αὐτῷ. ὑμᾶς δὲ χρὴ τῇ τε ἀνομίᾳ τοῦ παθήματος ἀμύνοντας, τήν τε ὕβριν κολάζοντας ἀξίως τοῦ πάθους, τὴν βουλεύσασαν ψυχὴν ἀνταφελέσθαι αὐτόν. </p></div></div><div type="textpart" subtype="tetralogy" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2" n="2"><head rend="align(center)">Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2:2" n="1"><p rend="align(indent)">ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν· οὐ γὰρ ὡς μὴ πάθωσιν ὁ κίνδυνος αὐτοῖς ἐστιν, ἀλλʼ ὡς ἐμὲ μὴ δικαίως διʼ ἔχθραν διαφθείρωσιν. ὅτι δʼ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ὁ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἢ ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ. ἄρχων γὰρ χειρῶν ἀδίκων, καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ αἴτιος τοῦ ἐγκλήματος γέγονεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2:2" n="2"><p rend="align(indent)">οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθʼ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί. τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, εἰ μὲν σιδήρῳ ἢ λίθῳ ἢ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδʼ οὕτως—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσίν·—ταῖς δὲ χερσὶ τυπτόμενος ὑπʼ αὐτοῦ, ταῖς χερσὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν;<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πότερα ἂν ἠδίκουν</foreign> A pr. N:<foreign xml:lang="grc">ἂν</foreign> in  Α erasum.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg004.perseus-grc2:2" n="3"><p rend="align(indent)">εἶεν· ἐρεῖ δέ, “ἀλλʼ ὁ νόμος εἴργων μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἔνοχον τοῦ φόνου τοῖς ἐπιτιμίοις ἀποφαίνει σε ὄντα· ὁ γὰρ ἀνὴρ τέθνηκεν.” ἐγὼ δὲ δεύτερον καὶ τρίτον οὐκ ἀποκτεῖναί φημι. εἰ μὲν γὰρ ὑπὸ τῶν πληγῶν ὁ ἀνὴρ παραχρῆμα ἀπέθανεν, ὑπʼ ἐμοῦ μὲν δικαίως δʼ ἂν ἐτεθνήκει—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα οἱ ἄρξαντες δίκαιοι ἀντιπάσχειν εἰσί·— </p></div></div></div></body></text></TEI>