οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι. Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα οὔ μοι δοκῶ ἁμαρτάνειν ἀτυχέστατον ἐμαυτὸν ἡγούμενος εἶναι τῶν πάντων ἀνθρώπων. τῶν μὲν γὰρ ἄλλων οἱ δυστυχοῦντες, ὁπόταν μὲν ὑπὸ χειμῶνος πονῶσιν, εὐδίας γενομένης παύονται· ὅταν δὲ νοσήσωσιν, ὑγιεῖς γενόμενοι σῴζονται· ἐὰν δέ τις ἄλλη συμφορὰ καταλαμβάνῃ αὐτούς, τὰ ἐναντία ἐπιγιγνόμενα ὀνίνησιν. ἐμοὶ δὲ ζῶν τε ἅνθρωπος ἀνατροπεὺς τοῦ οἴκου ἐγένετο, ἀποθανών τε, κἂν ἀποφύγω, ἱκανὰς λύπας καὶ φροντίδας προσβέβληκεν. εἰς τοῦτο γὰρ βαρυδαιμονίας ἥκω ὥστε οὐκ ἀρκοῦν μοί ἐστιν ἐμαυτὸν ὅσιον καὶ δίκαιον παρέχοντα μὴ διαφθαρῆναι, ἀλλὰ κἂν μὴ τὸν ἀποκτείναντα εὑρὼν ἐξελέγξω, ὃν οἱ τιμωροῦντες αὐτῷ ἀδύνατοι εὑρεῖν εἰσιν, αὐτὸς καταδοχθεὶς φονεὺς εἶναι ἀνοσίως ἁλώσομαι. καὶ ἐμὲ ὡς δεινὸν μὲν παγχάλεπόν φασιν ἐλέγχεσθαι εἶναι, ὡς δʼ ἠλίθιον ἐξ αὐτῶν ὧν ἔπραξα φανερὸν εἶναι ἐργασάμενον τὸ ἔργον. εἰ γὰρ νῦν διὰ τῆς ἔχθρας τὸ μέγεθος εἰκότως ὑφʼ ὑμῶν καταδοκοῦμαι, πρὶν ἐργάσασθαι εἰκότερον ἦν προειδότα προειδότα Kayser: τὸν εἰδότα codd. τὴν νῦν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν, ἰοῦσαν Reiske: οὖσαν codd. καὶ τῶν ἄλλων εἴ τινα ἔγνων ἐπιβουλεύοντα αὐτῷ, διακωλύειν μᾶλλον ἢ αὐτὸν ἐργασάμενον εἰς ἑκουσίους καὶ προδήλους ὑποψίας ἐμπεσεῖν· ἔκ τε γὰρ αὐτοῦ τοῦ ἔργου φανερὸς γενόμενος ἀπωλλύμην, λαθών τε σαφῶς ᾔδη τήνδε τὴν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν. ἄθλια μὲν οὖν πάσχω μὴ ἀπολογεῖσθαι μόνον βιαζόμενος, ἀλλὰ καὶ τοὺς ἀποκτείναντας φανεροὺς καταστῆσαι· ὅμως δὲ καὶ τοῦτο ἐπιχειρητέον· οὐδὲν γὰρ πικρότερον τῆς ἀνάγκης ἔοικεν εἶναι. ἔχω δὲ οὐδαμῶς ἄλλως ἐλέγχειν ἢ ἐξ ὧν τοὺς ἄλλους ὁ κατήγορος ἀπολύων αὐτὸν τὸν θάνατόν φησι μηνύειν ἐμὲ τὸν φονέα ὄντα. εἰ γὰρ τούτων ἀναιτίων δοκούντων εἶναι ἐν ἐμοὶ τἀδίκημα φανεῖται, fidem vindicat Thalheim, collato Platonis Phileb. 37 d. τούτων ὑπόπτων ὄντων ἐγὼ εἰκότως ἂν ἂν add. Blass: δʼ εἰκότως Α, δικαίως Ν. καθαρὸς δοκοίην εἶναι.