οἱ δʼ ἐπιβουλευόμενοι οὐδὲν ἴσασι, πρίν γʼ ἤδη ἐν αὐτῷ ὦσι τῷ κακῷ καὶ γιγνώσκωσι τὸν ὄλεθρον ἐν ᾧ εἰσί. τότε δέ, ἐὰν μὲν δύνωνται καὶ φθάνωσι πρὶν ἀποθανεῖν, καὶ φίλους καὶ ἀναγκαίους τοὺς σφετέρους αὐτῶν αὐτῶν add. Hirschig. καλοῦσι καὶ μαρτύρονται, καὶ λέγουσιν αὐτοῖς ὑφʼ ὧν ἀπόλλυνται, καὶ ἐπισκήπτουσι τιμωρῆσαι σφίσιν αὐτοῖς ἠδικημένοις·