<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="26"><p>ἡ μὲν γὰρ ἑκουσίως καὶ βουλεύσασα τὸν θάνατον <add>ἀπέκτεινεν</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀπέκτεινεν</foreign> add. Reiske:<foreign xml:lang="grc">τὸν θάνατον</foreign> del. Franke.</note> ὁ δʼ ἀκουσίως καὶ βιαίως ἀπέθανε. πῶς γὰρ οὐ βιαίως ἀπέθανεν, ὦ ἄνδρες; ὅς γʼ ἐκπλεῖν ἔμελλεν ἐκ τῆς γῆς τῆσδε, παρά τε ἀνδρὶ φίλῳ αὑτοῦ εἱστιᾶτο· ἡ δὲ πέμψασα τὸ φάρμακον καὶ κελεύσασα ἐκείνῳ δοῦναι πιεῖν ἀπέκτεινεν ἡμῶν τὸν πατέρα. πῶς οὖν ταύτην ἐλεεῖν ἄξιόν ἐστιν ἢ αἰδοῦς τυγχάνειν παρʼ ὑμῶν ἢ ἄλλου του; ἥτις αὐτὴ οὐκ ἠξίωσεν ἐλεῆσαι τὸν ἑαυτῆς ἄνδρα, ἀλλʼ ἀνοσίως καὶ αἰσχρῶς ἀπώλεσεν. </p></div></div></body></text></TEI>