ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν μὴ τιμωρῆσαι μὴ τιμωρῆσαι add. Thalheim. ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. ὑμεῖς δʼ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφʼ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν. ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτʼ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε.